Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.103 Joseph. AJ 16.110 (English) >>Joseph. AJ 16.115

16.107τὸ δʼ ἡμέτερον ἤδη χεῖρον· οὐ γὰρ ἂν ὑπομείναιμεν ἔτι ζῆν, εἰ τοιοῦτον ἠδικηκέναι πατέρα πεπιστεύμεθα. καὶ μήποτε τοῦτʼ ἐκείνου χεῖρον ἀντὶ τοῦ τεθνάναι μηδὲν ἀδικοῦντας τὸ ζῆν ἀδικεῖν ὑποπτευομένους. 16.108εἰ μὲν οὖν εὕροι λόγον τῆς ἀληθείας παρρησία, μακάριον καὶ σὲ πεῖσαι καὶ τὸν κίνδυνον διαφυγεῖν, εἰ δʼ οὕτως διαβολὴ κρατεῖ, περιττὸς ἡμῖν νῦν ἥλιος, ὃν τί δεῖ βλέπειν μετὰ τῆς ὑποψίας; 16.109τὸ μὲν οὖν φάναι βασιλείας ἐπιθυμεῖν, εὔκαιρος εἰς νέους αἰτία, καὶ τὸ προστιθέναι τὴν τῆς ἀθλίας μητρός, ἱκανὸν ἐκ τῆς πρώτης τὴν νῦν ἀτυχίαν ἐξεργάζεσθαι. 16.110βλέψον δέ, εἰ μὴ κοινὰ ταῦτα καὶ πᾶσιν ὁμοίως λέγεσθαι δυνησόμενα· κωλύσει γὰρ οὐδέν, τῷ βασιλεύοντι παῖδες εἰ εἰσὶν νέοι καὶ μήτηρ αὐτῶν ἀποθανοῦσα, πάντας ὑπόπτους εἶναι τοῦ πατρὸς ἐπιβούλους δοκεῖν. ἀλλʼ οὐ τὸ ὕποπτον πρὸς τοιαύτην ἀσέβειαν ἀρκετόν. 16.111εἰπάτω δέ τις, ἡμῖν εἰ τετόλμηται τοιοῦτον, καὶ τὰ μὴ πιστὰ πίστιν εἴωθεν ὑπʼ ἐνεργείας λαμβάνειν. φαρμάκου παρασκευὴν ἐλέγχειν δύναταί τις συνωμοσίαν ἡλικιωτῶν διαφθορὰν οἰκετῶν γράμματα κατὰ σοῦ γεγραμμένα; 16.112καίτοι τούτων ἕκαστον ἔσθʼ ὅπη καὶ μὴ γενόμενον ἐκ διαβολῆς ἐπλάσθη· χαλεπὸν γὰρ οὐχ ὁμονοῶν οἶκος ἐν βασιλείᾳ· καὶ τὴν ἀρχήν, ἣν σὺ φῂς ἔπαθλον εὐσεβείας, συμβαίνει πολλάκις αἰτίαν γενέσθαι τοῖς πονηροτάτοις ἐλπίδων, διʼ ἃς οὐδεμίαν ὑποστολὴν ποιοῦνται κακοηθείας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.103 Joseph. AJ 16.110 (English) >>Joseph. AJ 16.115

Powered by PhiloLogic